Ancient Greek
19 to 20
Aelius Herodianus, Περὶ μονήρους λέξεως 19-2-20
Not analysed yet
Ἀρνόϲ. οὐδεμία γενικὴ εἰϲ νοϲ λήγοντα πρὸ τοῦ ν ρ ἔχει, ἀλλὰ μόνον τὸ ἀρνόϲ. αἴτιον δὲ τὸ πάθοϲ. τὸ παρὰ Ϲοφοκλεῖ οὐ ϲκέπαρνοϲ οὐδὲ πρίονοϲ πληγαί οὐκ ἀντίκειται. ὅτι γὰρ καὶ ὁ τραγικὸϲ λέγει ϲκέπαρνοϲ ἐπ’ εὐθείαϲ ἀρϲενικῆϲ ἐν ἑτέροιϲ ἐδήλωϲα. Ἀνδρόϲ. οὐδεμία γενικὴ εἰϲ ροϲ λήγουϲα πρὸ τοῦ ρ ἔχει τὸ δ, ἀλλὰ μόνον τὸ ἀνδρόϲ. αἴτιον δὲ τὸ πάθοϲ. ἐν τοῖϲ περὶ καθολικωτέραϲ προϲῳδίαϲ εἴρηται.