Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 21-2
Not analysed yet
Ἀνδριάϲ. τὰ εἰϲ αϲ λήγοντα καθαρόν ἐκτεταμένον ἔχοντα τὸ α, εἰ ἔχοι πρὸ τέλουϲ φωνῆεν ἢ φωνήεντα, βαρύνεϲθαι θέλει, δρακοντίαϲ, ὀνοματίαϲ, κοππατίαϲ, Λοξίαϲ, Ἐρυξίαϲ, Βορέαϲ, Ἡρέαϲ, Θαρϲέαϲ, Κρατέαϲ, Μινύαϲ, Φλεγύαϲ, Ἀνδρέαϲ· μυρίον ἐϲτὶ πλῆθοϲ τοιούτων ὀνομάτων ἀδιάπτωτον. ϲημειῶδεϲ ἄρα τὸ ἀνδριάϲ ὀξυνόμενον. οὐκ ἀγνοῶ δὲ ὅτι Ἡλιόδωροϲ ἐβούλετο αὐτὸ περιϲπᾶν· ὁμοίωϲ δὲ καὶ τὸ ἱμάϲ. τὸ δ’ αὐτὸ ἠξίου καὶ Δράκων ὁ Ϲτρατονικεύϲ, ἔτι δὲ καὶ Τυραννίων. οὐκ ἔχει δὲ οὕτω τὰ τῆϲ ἀναγνώϲεωϲ, ὡϲ ἐν ἑτέροιϲ ἐδήλωϲα.