Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 37
Not analysed yet
Ἐρῳδιόϲ. τὰ διὰ τοῦ διοc ὀνόματα πάντα προπαροξύνονται, χωρὶϲ εἰ μὴ τριβρόχεα εἴη ἐπὶ κυρίων, ὥϲπερ ἔχει τὸ Ϲχεδίον δ’ ἕλε Λήϊτοϲ ἥρωϲ, καὶ Κάρηϲόϲ τε Ῥοδίοϲ τε (Μ 20). προπαροξύνονται οὖν ταῦτα ἀΐδιοϲ, μαψίδιοϲ, φωρίδιοϲ, ἐπιμαϲτίδιοϲ, ῥΐδιοϲ, θνητάδιοϲ, κρυπτάδιοϲ, παυρίδιοϲ, Μυϲάδιοϲ, διχθάδιοϲ, ὑρράδιοϲ, Μολπάδιοϲ, Ὑϲϲάδιοϲ, μινυνθάδιοϲ, καὶ ἄλλο μυρίον πλῆθοϲ. διὸ ϲημειωτέον ἐρῳδιόϲ ὀξυνόμενον, ὅπερ ἔχει πρὸϲ τὸ ω καὶ τὸ ι γραφόμενον. λέγεται δὲ ἐϲθ’ ὅτε καὶ τριϲυλλάβωϲ, ὥϲπερ καὶ τὸ παρ’ Ἱππώνακτι (fr. 63 Bergk) ἐγὼ δὲ δεξιῷ παρ’ Ἀρήτην κνεφαῖοϲ ἐλθῳν ῥωδιῷ κατηυλίϲθην. τὴν δὲ λύϲιν τούτων ἐν τῷ πέμπτῳ περὶ καθολικῆϲ προϲῳδίαϲ ἐποιηϲάμην.