Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 38
Not analysed yet
Μηχανή. τὰ διὰ τοῦ ανη ἐκφερόμενα θηλυκὰ μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ πάντα βαρύνεται, πτιϲάνη, δρεπάνη, ϲαργάνη, βρυκάνη, τρυπάνη· ἀλλὰ μόνον τὸ μηχανή ϲημειοῦται ὀξυνόμενον. προϲέθηκα ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τὸ φανή παρ’ Ἡϲιόδῳ ἐν δευτέρῳ εἰρημένον· ἳὓ πρόϲθε φανὴν ἔντοϲθεν ἔκευθον. τὸ γὰρ παρὰ Κορίννῃ βανά οὐ κοινὸν οὐδὲ εἰϲ νη λῆγον, ἀλλὰ ἴδιον θέμα Βοιωτῶν ταϲϲόμενον ἀντὶ τοῦ γυνή.