Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 39
Not analysed yet
Εἷϲ. οὐδὲν ἀρϲενικὸν εἰϲ ειϲ λῆγον περιϲπᾶται, ἀλλὰ μόνον τὸ εἰϲ. ἀναλογώτερον ἄρα ἕνεκα τόνου τὸ ἕειϲ ὀφθαλμὸϲ δὲ ἕειϲ μέϲϲῳ ἐνέκειτο μετώπῳ. προϲέθηκα δὲ ἕνεκα τόνου, ἐπεὶ οὐχ ὑγιαίνει ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ. οὐδὲν γάρ ἐϲτιν ὅμοιον τῷ ἠχέειϲ καὶ βρωμέειϲ.