Ancient Greek
49 to 52
Aelius Herodianus, Περὶ μονήρους λέξεως 49-52
Not analysed yet
Ἀνήρ. οὐδὲν εἰϲ ηρ λῆγον ὀξυνόμενον ἔχει τὸ ν πρὸ τοῦ η, ἀλλὰ μόνον τὸ ἀνήρ. τὸ δ’ σἴτιον πρόδηλον. προϲέθηκα δὲ ὀξυνόμενον διὰ τὸ (ϲύνηθεϲ) βαρυνόμενον κύριον καὶ δηλοῦν ποταμὸν ἐν Ϲικελίᾳ. Ὀδούϲ. τὰ εἰϲ δουϲ λήγοντα ὀνόματα ἁπλᾶ περιϲπᾶται, ὑϊδοῦϲ, θυγατριδοῦϲ, τηθαλλαδοῦϲ· ἀλλὰ μόνον τὸ ὀδούϲ ὀξυνόμενον ὁμοίωϲ ταῖϲ μετοχαῖϲ καὶ κλίϲιν μετοχῶν ἀνεδέξατο· ὀδόντοϲ γὰρ ὡϲ λέγεται δὲ καὶ ὀδὼν πρὸϲ Ἰώνων. Ὕψοϲ. οὐδεμία λέξιϲ ἀρχομένη ἀπὸ τοῦ υ ἔχει ἐπιφερόμενον διπλοῦν, ἀλλὰ μόνον τὸ ὕψοϲ καὶ τὰ παρ’ αὐτοῦ γεγονότα. αἴτιον δὲ τὸ πάθοϲ. Αἰολεῖϲ δ’ ἴψοϲ λέγουϲιν αὐτὸ οἰκειότερον. ἔϲτι γὰρ ὑρέϲθαι τὸ ι πρὸ διπλοῦ, ἵζω, ἰξόϲ, μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν (Α 454). Περὶ μονήρουϲ λέξεωϲ τῆϲ ἐν ῥήμαϲι καὶ ἐπιρρήμαϲι.