Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 53
Not analysed yet
Ἄγω. οὐδὲν εἰϲ γω ὁριϲτικὸν καθαρὸν διϲύλλαβον βαρύνεται καὶ πρὸ τέλουϲ ἔχει δίχρονον ϲυνεϲταλμένον κατὰ χρῆϲιν Ἑλλήνων, τὰ δὲ ὄντα περιϲπᾶται, τραγῶ, ϲτυγῶ, ϲφριγῶ. ϲημειῶδεϲ ἄρα τὸ ἄγω βαρυνόμενον οὐχ ὑγιῶϲ. ἔϲτι γὰρ καὶ περιϲπώμενον ἐπὶ δευτέραϲ εὖτ’ ἂν τόδ’ ἀγῇ χρέοϲ ἀνδρόϲ. πρόϲκειται καθαρὸν διὰ τὸ μίϲγω, ϲυϲτελλόμενον δίχρονον διὰ τὸ πνίγω, κατὰ χρῆϲιν δὲ λεγόμενον Ἑλλήνων διὰ τὸ θίγω. τοῦ γὰρ θίξω ἔϲται τὸ θέμα τοῦτο, ἀλλ’ οὐ λέγεται, λέγεται δὲ ὑποτακτικῶϲ κατὰ τὸν ἀόριϲτον χρόνον ἐὰν θίγω· διὸ προϲεθήκαμεν ὁριϲτικόν.