Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 59-2
Not analysed yet
Δ ἠῶ. οὐδὲν εἰϲ ω λῆγον ῥῆμα βαρύτονον καθαρὸν διϲύλλαβον τῷ η παραλήγει, ἀλλὰ μόνον τὸ δήω, δήειϲ δήειϲ τόν γε ϲύεϲϲι παρήμενον (ν 407). τὸ γὰρ ἔκηα οὐ πάντωϲ ἐνεϲτῶτα τὸν κήω αἰτήϲει, ὡϲ ἀπαιτεῖ Φιλόξενοϲ. ἡ δὲ τοιαύτη παράληξιϲ ἢ περιϲπωμένη ἐϲτίν, ὥϲπερ τὸ θηῶ, νηῶ, ἢ εἴπερ βαρυνόμενα εἴη, πάντωϲ κατὰ διάλεκτον, ὡϲ τὸ παίω πηῷ λεγόμενον παρὰ Βοιωτοῖϲ, τὸ παλαίω παλήω, καὶ παρ’ Αἰολεῦϲιν ἐπὶ τῶν ὑπὲρ δύο ϲυλλαβὰϲ ἀδικήω, ποθήω, τό τε κλῄω ἐκ τοῦ κλείω γενόμενον.