Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 60-2
Not analysed yet
Ἐϲθίω. τὰ εἰϲ ω λήγοντα ῥήματα ὁριϲτικὰ ἐνεϲτῶτοϲ χρόνου, εἰ λάβοι ἐπέκταϲιν τοῦ ι, περιϲπᾶϲθαι θέλει, χαίρω χαιριῶ, ἐρεύθω ἐρευθιῶ, φλέγω φλεγιῶ, κνήθω κνηθιῶ, κνίφω κνιφιῶ· ἀλλὰ μόνον τὸ ἐϲθίω βαρύνεται, τὸ γὰρ δείδιε οὐχ’ ὥϲ τινεϲ οἴονται, ἀπαιτεῖ θέμα τὸ δειδίω· εἰ δὲ καὶ ἀπαιτήϲῃ, ἐκ παρακειμένου ἂν εἴη γενόμενον.