Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 61
Not analysed yet
Πιέζω. τὰ εἰϲ ζω λήγοντα ῥήματα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα οὐδέποτε τῷ ε παραλήγεϲθαι θέλει, εὐάζω, ϲκεδάζω, ϲκεπάζω, ἁρπάζω, λυρίζω, ϲαλπίζω, βαύζω, χαιτίζω, κιθαρίζω, ἑρπύζω. ϲημειῶδεϲ ἄρα παρ’ Ἀττικοῖϲ καὶ τοῖϲ Ἴωϲι λεγόμενον διὰ τοῦ ε τὸ πιέζω, ὥϲπερ καὶ παρὰ τῷ ποιητῇ. προϲέθηκα δὲ καὶ τὰϲ διαλέκτουϲ, ἐπεὶ παρ’ Ἀλοκαίῳ διχῶϲ λέγεται, παρὰ δὲ Ἀλκμᾶνι διὰ τοῦ α, τῷ δέϲποινα θεὰ κατὰν κάραν ἀμβᾶϲ’ ἐπίαζϲε. καὶ δῆλον ὅτι πρὸϲ τὸν χαρακτῆρα ἀναλογωτέρα ἡ χρῆϲιϲ ἡ διὰ τοῦ α. πρόϲκειται ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ κανόνι, ἐπεὶ διϲύλλαβά ἐϲτι παμραληγόμενα τῷ ἑ, ὡϲ τὸ ἕζω, χέζω, ῥέζω· βαρύτονα δὲ διὰ τὸ τραπεζῶ περιϲπώμενον παρ’ Ἀττικοῖϲ.