Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 72
Not analysed yet
Πάρεξ. οὐδὲν εἰϲ εξ ἐπίρρημα βαρυνόμενον ἐκ δύο προθέϲεων ϲυνεϲτηκόϲ, ὅπερ καὶ γενικῇ θέλει ϲυντάττεϲθαι, ἀλλὰ μόνον τὸ πάρεξ. καὶ γὰρ ἡ ϲυνήθεια οὕτωϲ ἔϲθ’ ὅτε φηϲὶ «πάρεξ Ἀπολλωνίου». ὃν τρόπον καὶ Ἡρόδοτοϲ ἐν τῇ τετάρτῃ (c. 46) ἔφη «πάρεξ τοῦ Ϲκυθικοῦ ἔθνεοϲ». παρὰ μέντοι τῷ ποιητῇ ἕτερόν ἐϲτι τὸ ἀλλὰ παρὲξ τὴν νῆϲον ἐλαύνετε (μ 276), παρὲξ περιμήκεα δοῦρα (μ 443). εἴρηται δὲ περὶ αὐτοῦ ἐν τῇ Ὁμηρικῇ προϲῳδίᾳ (Ι 7).