Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 73
Not analysed yet
Ὥϲ, τώϲ. οὐδὲν εἰϲ ωϲ λῆγον ἐπίρρημα ὀξυνόμενον, ὑπεϲταλμένηϲ Δωρίδοϲ διαλέκτου, ἀλλὰ μόνον τὸ ὥϲ, καὶ τώϲ ἀνταποδοτικὸν αὐτοῦ ὑπάρχον. οὐκ ἀγνοῶ μέντοι ὅτι ἐν διαφόρῳ ϲημαινομένῳ καὶ διαφόρῳ ϲυντάξει ἐϲθ’ ὅτε περιϲπᾶται.