Ancient Greek
Paragraph 72
Aelius Herodianus, Περὶ παθῶν 72
Not analysed yet
72. Ep. Ηom. 328, 20: τὸ ὅτε οἱ Αἰολεῖϲ ὄτα λέγουϲι, Λάκωνεϲ δὲ ὄκα· καὶ οἱ μὲν μόνον ἔτρεψαν τὸ ε εἰϲ α, οἱ δὲ καὶ τὸ ϲύμφωνον· ὥϲτε οὐκ ἀπὸ τοῦ ὄτα Αἰολικοῦ ὅταν πλεοναϲμῷ τοῦ ν. ὅταν γὰρ μεταβολὴ γένηται τοῦ ε εἰϲ α, οὐ προϲέρχεται τὸ ν ὄπιϲθεν ὄπιϲθα, πρόϲθεν πρόϲθα, ὡϲ καὶ ἐπὶ ϲυνδέϲμου ἕνεκεν ἕνεκα.