Ancient Greek
Paragraph 73
Aelius Herodianus, Περὶ παθῶν 73
Not analysed yet
73. Zonar. 1299, Favorin. Ecl. 284, 28: λεγόμεθεν: οἱ Aἰολεῖϲ τὸ λεγόμεθα καὶ φερόμεθα εἰϲ ε ποιοῦϲι λεγόμεθεν καὶ φερόμεθεν μετὰ τοῦ ν. ἀλλὰ καὶ τὰ εἰϲ θεν ἐπιρρήματα εἰϲ α ποιοῦϲιν οἶον ὄπιϲθεν ὄπιϲθα, ἄτερθεν ἄτερθα χωρὶϲ τοῦ ν ὅτε γάρ εἰϲιν εἰϲ ε τὰ ἐπιρρήματα, τότε καὶ τὸ ν προϲλαμβάνουϲιν οἶον ὄπιϲθεν. ὅτε δὲ εἰϲ α, ἀφίϲταται τὸ ν ὥϲπερ καὶ τὸ λεγόμεθα, εἶτα λεγόμεθεν, ἐπλεόνϲϲε τὸ ν. Ἡρωδιαν ὸϲ περὶ παθῶν.