Ancient Greek
ΕΙϹ ΤΗΝ Γ·
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 128
Not analysed yet
128. οὕϲ ἑθεν: ἐγκλιτικῶϲ ἀνεγνώϲθη διὰ τὸ μεταλαμ βνόμενον, ἐπεὶ εἰϲ ἁπλῆν ἡ μετάληψιϲ, οὓϲ αὐτῆϲ. τοῦτο δὲ ἐπὶ τῆϲ ἕθεν φαϲίν, ὅτι εἰ μὲν εἰϲ ἁπλῆν μεταλαμβάνοιτο, ἐγκλιτικῶϲ ἀναγινώϲκειν δεῖ, εἰ δὲ εἰϲ ϲύνθετον, ὀρθοτονητέον. διὸ κἀκεῖνα οὕτωϲ ἀνεγνώϲθη «ἐπεὶ οὔ ἑθέν ἐϲτι χερείων» (Il. Α 114) οἳ ἑθεν ὀτρύνοντοϲ» (Il. Ο 199)· ἐκεῖνο δὲ κατ᾿ ὀρθὴν τάϲιν «ἀπὸ ἕθεν ὤϲατο χειρὶ» (Il. Ζ 62). ὅθεν Ϲιδώνιοϲ μέμφεται Ἀριϲτάρχῳ μὴ ἐγκλιτικῶϲ ἀναγνόντι τὸ «πρόϲθεν ἕθεν φεύγοντα» (Il. Ε 80) ἡ γὰρ διάνοια ἁπλῆν αἰτεῖ τὴν μετάληψιν. A.