Ancient Greek
152 to 160
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 152-160
Not analysed yet
152. ἱεῖϲιν: προπεριϲπαϲτέον ὡϲ τιθεῖϲιν τὰ γὰρ τρίτα πληθυντικὰ ὁριϲτικὰ ἐνεϲτῶτοϲ χρόνου τὴν αὐτὴν φωνὴν καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται ταῖϲ πληθυντικαῖϲ δοτικαῖϲ μετοχαῖϲ, λέγομεν λέγετε λέγουϲι καὶ τοῖϲ λέγουϲιν, ἵϲταμεν ἵϲτατε ἱϲτᾶϲι καὶ τοῖϲ ἱϲτᾶϲιν. οὕτωϲ ἵεμεν ἵετε ἱεῖϲι· καὶ γὰρ ἱέντεϲ ἱέντων ἱεῖϲιν. ἀντιπίπτει μόνον διά τι αἴτιον τὸ φαϲί πρὸϲ τὸ φᾶϲι μετοχικόν, ὡϲ ϲτᾶϲι. A. 157. τοιῇδ᾿ :ἕν ἐϲτι· διὸ προπεριϲπαϲτέον τὸ τοιῇδε. A. 159. ὧϲ: περιϲπαϲτέον τὸ ὧϲ ἀντὶ γὰρ τοῦ ὅμωϲ. A. 160. ἡμῖν: ὀρθοτονητέον τὴν ἡμῖν· ἔϲτι γὰρ ἐν ϲυμπλοκῇ διαϲταλτικῶϲ εἰλημμένη, ἡμῖν καὶ τοῖϲ τέκνοιϲ. ABL.