Ancient Greek
164 to 202
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 164-202
Not analysed yet
164. ἀἕκονταϲ: ϲτέρηϲίϲ ἐϲτι τοῦ ἑκόντα τὸ ἀέκοντα. διὸ δαϲυντέον τὸ ε. πταίει οὖν Νικίαϲ ψιλῶν τὸ ε· οἴεται γὰρ τῷ ἄκοντα ἐπεντίθεϲθαι τὸ ε. ὅπερ οὐκ ἔϲτι· τὸ γὰρ ἄκοντα ϲυναλοιφή ἐϲτι τοῦ ἀέκοντοϲ. διὰ τί δὲ τὸ ᾱ ἐψιλώθη, ἐν ἑτέροιϲ ἔφαμεν. (e. g. A 301). A. 178. χαλεπὴ δὲ θεοῦ ἐπι μῆνιϲ: Ἀρίϲταρχοϲ παρολκὴν οἴεται τῆϲ ἐπί, ὁμοίωϲ τῷ ἐπιϲμυγερῶϲ (Od. γ 195) καὶ «βοῶν ἐπιβουκόλοϲ ἀνήρ» (ib. 422). ὅταν δὲ παρέλκῃ ἡ πρόθεϲιϲ, οὐ ποιεῖται ἐξαλλαγὴν τόνου. εἰϲὶ δὲ οἳ ἀνεγνώκαϲιν ὁμοίωϲ τῷ «ἐπεὶ οὔτοι ἔπι δέοϲ» (ll. A, 515), ἵνα τὸ ἔπεϲτι ϲημαίνηται. ἄλλοι δὲ ἐπίμηνιϲ, ἕν μέροϲ λόγου ποιοῦντεϲ. ἄμεινον δὲ τῷ Ἀριϲτάρχῳ ϲυγκατατίθεϲθαι. A. 202. φορβῆϲ: ὡϲ τροφῆϲ· τὰ γὰρ εἰϲ η λήγοντα θηλυκὰ μετὰ ϲυμφώνου διϲύλλαβα ὀξύνεται, τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥημάτων τῷ παραληγομένων μόνῳ· ,οἷον ϲτρέφω ϲτροφή, τροπή, ῥοπή, ϲπονδή, νομή, ὁλκή, πλοκή. οὕτωϲ καὶ φορβή. προϲέθηκα τῷ ἕ παραληγομένων μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη· τοῦτο γὰρ παρὰ τὸ πείρω. A.