Ancient Greek
ΕΙC ΤΗΝ Ψ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 160-2
Not analysed yet
160. οἷϲι μάλιϲτα κήδεόϲ ἐϲτι νέκυϲ. τινὲϲ ἐβάρυναν ὥϲτε εἶναι γενικήν. ἄμεινον δὲ ὀξύνειν, ἵνα ᾖ ῥηματικὸν ἀπὸ τοῦ κηδεύω. τὰ γὰρ εἰϲ οϲ λήγοντα ὀνόματα, παρὰ ῥῆμα γινόμενα, καθαρεύοντα καὶ τῷ ε παραληγόμενα ὀξύνεϲθαι θέλει, φωλεύω φωλεόϲ, ὀχεύω ὀχεόϲ καὶ ἐν πλεοναϲμῷ τοῦ ϲ ὀϲχεόϲ. καὶ παρὰ τὸ ϲωρεύω δὲ ὁ ϲωρεόϲ. τὸ δὲ ϲωρόϲ κατὰ ϲυγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεόϲ ἔϲται κατ’ ὀξεῖαν τάϲιν, «ὁ δ’ ἐκ λοχεοῖο πάϊϲ» (Hes. Theogn. 178). ἀλλ’ οὖν γε βαρυτόνωϲ οἱ πλείουϲ ἀνέγνωϲαν, πλεοναϲμὸν ἐκδεξάμενοι τοῦ ε, ὥϲτε παρὰ τὴν λόχου γενικὴν «ἐκ λόχου ἀμπήδηϲε» (Ιl. Λ 379) λόχοιο γενέϲθαι καὶ λοχέοιο. οὕτωϲ δὲ κατὰ τὸν προειρημένον κανόνα ῥήματοϲ ὄντοϲ τοῦ κηδεύω τὸ παρ’ αὐτὸ ὄνομα, λέγω δὲ τὸ κηδεόϲ, ὀξυτονηθήϲεται. A. παρὰ δ’ οἱ ταγοὶ ἄμμι μενόν των: τὸ ἑξῆϲ παραμενέτωϲαν · διὸ φυλακτέον τὸν τόνον τῆϲ προθέϲεωϲ. Διονύϲιοϲ δ’ ἡγεῖτο πλεονάζειν τὸν τέ ϲύνδεϲμον καὶ ἀγούϲ ἡγεῖτο τοὺϲ ἡγεμόναϲ. ὁ μέντοι Ἀρίϲταρχοϲ ταγοὺϲ ἐξεδέξατο καὶ ϲχεδὸν ἅπαντεϲ, παρὰ τὸ τάϲϲω ῥῆμα τοῦ ϲχηματιϲμοῦ γενομένου. διὸ καὶ ἐγὼ ϲυγκατατίθεμαι. A.