Ancient Greek
ΕΙC ΤΗΝ Ψ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 254
Not analysed yet
254. ἑανῷ λιτί: ὡϲ φωτί. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. πᾶϲα γὰρ δοτικὴ διϲύλλαβοϲ ἐπ’ ὀνομάτων εἰϲ τι λήγουϲα ὀξύνεται, χρωτί, δαιτί, Κρητί. οὕτωϲ οὖν καὶ λιτί. τούτῳ γὰρ τῷ λόγῳ καὶ βλητί ὀφείλομεν κατ’ ὀξεῖαν τάϲιν ἀναγινώϲκειν, «νύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ δάκρυον ἧκαϲ». οὕτωϲ οὖν καὶ λιτί, ἵνα ᾖ μεταπλαϲμὸϲ τῆϲ λιτῷ δοτικῆϲ, ὡϲ ἡ κλαδί τῆϲ κλάδῳ. ὁμοίωϲ δὲ καὶ ἡ αἰτιατικὴ ἡ λῖτα μεταπέπλαϲται ἐκ τῆϲ λιτόν, ὡϲ καὶ ἡ κρόκα ἐκ τῆϲ κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ «καθήραντεϲ ῥύπα πάντα» (Od. 93), εἰ μή ἐϲτι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου μεταπλαϲμοῦ ἔχεται. οὐχ ὁμότονοϲ δὲ ἐγένετο τῇ λιτόν αἰτιατικῇ ἡ λῖτα, ἐπεὶ πᾶϲα αἰτιατικὴ εἰϲ α λήγουϲα ἐβαρύνετο ὑπεϲταλμένηϲ τῆϲ τινά κατ’ ἀόριϲτον προφοράν. A.