Ancient Greek
37 to 137
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 37-137
Not analysed yet
37. τὸ παρπεπιθόντεϲ ὡϲ καταλαβόντεϲ. A. 70. ἀκήδειϲ: ἄμεινον βαρύνειν ὡϲ ἐνόειϲ τῆϲ ἀρχούϲηϲ ϲυϲταλείϲηϲ ποιητικῶϲ. ὡϲ γὰρ τὸ ἤκουϲα ἄκουϲα οὕτωϲ καὶ τὸ ἠκήδειϲ ἀκήδειϲ. A. 73. οὐδέ με: ἀπόλυτοϲ ἡ ἀντωνυμία, διὸ ἐγκλιτικῶϲ ἀναγνωϲτέον. A. 135. δαϲέωϲ τὸ εἵνυον (in καταεἵνυον)· ἀπὸ γὰρ τοῦ εἱνύω ἐϲτὶ θέματοϲ, ὃ παρῆκται παρὰ τὸ ἕω δαϲυνόμενον. (ἔν τιϲι δὲ καταείλυον τουτέϲτιν εἵουν. Ἀρίϲταρχοϲ δὲ καταείνυϲαν. cf. schol. ξ 522). A. ?137. οὕτωϲ Ἄϊδοϲ δέ ,οὐκ Ἄϊδοϲ δῶ, ὁ Ἡρωδιανόϲ φηϲιν ἐν τῷ ιθ΄ τῆϲ καθόλου. A.