Ancient Greek
ΕΙϹ ΤΗΝ Ι.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 680
Not analysed yet
680. αὐτόν ϲε: ὁ Ἀϲκαλωνίτηϲ ὀρθοτονεῖ τὴν ϲέ, ἐπεί, φηϲίν, ἀεὶ μετὰ τῆϲ ἐπιταγματικῆϲ αἱ πρωτότυποι φιλοῦϲιν ὀρθοτονεῖϲθαι. ἐχρῆν δὲ αὐτὸν ἐπὶ τοῦ πρώτου καὶ δευτέρου προϲώπου ὁρίϲαϲθαι, παραιτήϲαϲθαι δέ τινα Ὁμηρικὰ ἄλλωϲ ἀνεγνωϲμένα δι᾿ αἰτίαν τινά· «κελεύετέ μ᾿ αὐτὸν ἑλέϲθαι» (Il. K 242) «ἦ μή τίϲ ϲ᾿ αὐτόν (Od. ι 406). ἄλλωϲ τε αἱ πρὸ τῆϲ αὐτόϲ εἰϲιν αἱ ὀρθοτονούμεναι, οὐχ αἱ μετὰ τὴν αὐτόϲ. ἐγκλιτικῶϲ οὖν ἀναγνωϲτέον. A.