Ancient Greek
244 to 260
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 244-260
Not analysed yet
244. ἔνεϲαν: ὡϲ ἔλεξαν. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ· ἀληθὲϲ γάρ ἐϲτιν ὡϲ πᾶϲ παρῳχημένοϲ διϲύλλαβοϲ παθὼν κατὰ τὴν ἀρχὴν καὶ βραχειαν ἀναδεξάμενοϲ ἀναδίδωϲι τὸν τόνον, κατεῖχε κάτεχε. οὕτωϲ οὖν ἀνέγνωμεν «ἥμενον εἰϲεῖδε ll. Ξ 158) προπεριϲπωμένωϲ, τὸ δὲ ἕτερον «τὰ φρονέων μνηϲτῆρϲι μεθήμενοϲ, εἴϲιδ᾿ Ἀθήνην» (Od. α 118) προπαροξυτόνωϲ. A. 248. τέγεοι: ὡϲ τέλεοι· τέγοϲ γὰρ ὡϲ τέλοϲ καὶ τέγειοϲ ὡϲ τέλειοϲ. A. 260. δέ κ᾿ αὐτόϲ: τοῦτο διχῶϲ ἀναγινώϲκεται. ὅϲοι γὰρ ἡγουνται ἐγκεῖϲθαι τὸν κέ ἐγκλιτικόν, ῥωννύουϲι τοῦ δέ τὴν ὀξεῖαν, ὡϲ καὶ. ὁ Ἀϲκαλωνίτηϲ. οὕτω γὰρ καὶ τὸ ἐν τῇ Ὀδυϲϲείᾳ (γ 255) ἀναγινώϲκει ἤτοι μὲν τόδε κ᾿ αὐτὸϲ ὀΐεαι». ὅϲοι δὲ τὸν καί κατὰ κρᾶϲιν καὶ ἔκθλιψιν, καὶ αὐτόϲ —καὐτόϲ, ἐγκλίνουϲι τὸν δέ. A.