Ancient Greek
ΕΙϹ ΤΗΝ Ζ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 268
Not analysed yet
268. εὐχετάαϲθαι: Ἀρίϲταρχοϲ τὸ δεύτερον ᾱ ϲυϲτέλλει, καὶ ὁ Ἀϲκαλωνίτηϲ. ἄλλοι δὲ ἐκτείνουϲιν, οὐχ ὑγιῶϲ. ὅϲα γὰρ εἰϲ θαι λήγει ἀπαρέμφατα μὴ κατ᾿ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ τέλουϲ ἔχοντα τὴν ὸξεῖαν, φιλεῖ πρὸ τέλουϲ βραχύνεϲθαι, λέγεϲθαι, τίθεϲθαι, ἵϲταϲθαι, κίχραϲθαι, πίμπραϲθαι. ὅϲα δὲ πρὸ τέλουϲ ἔχει φύϲει μακρὰν προπεριϲπᾶϲθαι θέλει, νικᾶϲθαι, φιλεῖϲθαι τὰ γὰρ τοιαῦτα, δίζηϲθαι, φίληϲθαι, ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ ἀξιοῦντεϲ ἐκτείνειν τὸ δεύτερον ᾱ ἐν τῷ εὐχετάαϲθαι, πάντωϲ καὶ προπεριϲπῶϲιν· εἰ δὲ δεδώκαϲι τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν, δώϲουϲι καὶ τὴν παραλήγουϲαν βραχυνομένην. οὕτωϲ οὖν πάντα τὰ τοιαῦτα ἀναγνωϲτέον· «ἀλλ᾿ ἤτοι ϲε γυναῖκαϲ ἐγὼ δεδάαϲθαι ἄνωγα» (Od. π 316) «ἐν μέγαροιϲ ἀέκητι ϲέθεν κακὰ μηχανάαϲθαι» (Od. γ 213) «ἄλλοτε μέν ϲε καὶ αἰτιάαϲθαι ἄνωγα» (ll. K 120) «καὶ ἑδράαϲθαι ἄνωγον (Od. γ 35) «μήτε μνάαϲθαι ἄκοιτιν» (Od. α 39). A.