Ancient Greek
273 to 281
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 273-281
Not analysed yet
273. κατ᾿ αὐτόθι: φαϲὶ παρέλκειν τὴν κατά διὸ φυλάϲϲειν τὸν αὐτὸν τόνον. κἂν μὴ παρέλκῃ δέ, ϲυντάϲϲηται δὲ τῷ λιπέτην, οὐ δύναται ἀναϲτρέφεϲθαι κατὰ δύο τρόπουϲ, καὶ ἐπεὶ ϲυνήλειπται καὶ ἐπεὶ μεταξὺ πέπτωκεν ὁ δέ ϲύνδεϲμοϲ. A. 281. εὐκλεῖαϲ. προπεριϲπαϲτέον· ἐκ γὰρ τοῦ εὐκλέαϲ ἐγένετο κατ᾿ ἐπένθεϲιν τοῦ ῑ λέγει γάρ, δὸϲ ἡμᾶϲ εὐκλεεῖϲ καὶ ἐνδόξουϲ. οἱ δὲ ἐκτείνοντεϲ ἄνευ λόγου ἐκτείνουϲιν. A.