Ancient Greek
289 to 348
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 289-2-348
Not analysed yet
289. ἔϲάν οἱ: ἐγκεκλιμένωϲ ἀναγνωϲτέον οὕτωϲ δύο τόνοιϲ, καίτοι πυρριχιακῆϲ οὔϲηϲ τῆϲ λέξεωϲ, ἵνα μὴ ἄρθρον νοηθῇ τὸ οι ἄλλ᾿ ἀντωνυμία. A. 319. οἱ μὲν διαιροῦϲιν, ἔχεν, εἶτα δεκάπηχυ· οἱ δὲ ἑνδεκάπηχυ. ὁ μὲν οὖν Ἀϲκαλωνίτηϲ οὐδεμίαν προκρίνει οἱ δὲ περὶ Ἡρακλέωνα καὶ Ἀλεξίωνα πιθανωτέραν ἡγοῦνται τὴν τοῦ ἕνδεκα ἀριθμοῦ διαϲτολήν, ἐπειδήπερ τὰ ναύμαχα, τὰ ἐκ δύο ϲυμβληθέντα καὶ κολληθέντα, λέγεται δυωκαιεικοϲίπηχυ. A. 336. ἥμην: προϲπνευϲτέον τὸ ἐνδιατρίβειν γὰρ ϲημαίνει καὶ τὸ καθῆϲθαι. ὅϲοι δὲ ἠθέληϲαν ϲημαντικὸν εἶναι τοῦ ὑπάρχειν, ἐψίλωϲαν· ὃ ϲπανίωϲ εὑρίϲκεται κατὰ τὴν χρῆϲιν τῶν Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ περὶ τῶν εἰϲ μι. ὁ μέντοι ποιητὴϲ οὐκ ἐχρήϲαταο. A. 348. ἀπόερϲε· ψιλωτέον τὰ γὰρ φωνήεντα καταλήγοντα εἰϲ τὸ ρ ἐπιφερομένου τοῦ ϲ ψιλοῦϲθαι φιλεῖ, ἄρϲαντεϲ —οὕτωϲ γὰρ ἐλέγομεν περὶ τούτου καὶ ἐν τῇ A ῥαψῳδίᾳ (136) —,Ἀρϲινόη, «ἐν δὲ ϲταθμοὺϲ ἄρϲε» (Od. φ 45). ὄρϲαϲ, «ὄρϲεο κυλλοπόδιον» (Il. φ 331). ταύτῃ ἀναλογώτερον τὸ ἕερϲα τριϲυλλάβωϲ. AB.