Ancient Greek
ΕΙϹ ΤΗΝ Κ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 292-2
Not analysed yet
292. Πτολεμαῖοϲ ὁ τοῦ Ὀροάνδου ἀνέγνω ἦνιν ὡϲ μῆνιν καὶ τοῦτο ὀφείλει εἶναι τὸ ἀνάλογον Τυραννίων δὲ ὀξύνει τὴν πρώτην· καὶ δῆλον ὅτι δώϲει καὶ τὴν ἐπὶ τέλουϲ ἐκτείνεϲθαι ὀξεῖα γὰρ κατὰ μακρᾶϲ βραχείαϲ ἐπιφερομένηϲ οὐ πίπτει κατὰ τὸ κοινὸν ἔθοϲ, ὑπεϲταλμένων τῶν ϲεϲημειωμένων, λέγω δὲ τοῦ εἴθε, αἴθε ναίχι, περὶ ὧν καὶ λόγον δεδώκαμεν. τάχα οὖν καὶ τὸ ηνιν ἐκτείνει ὁ Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικὸν «ἤνιϲ ἠκέϲταϲ» (Il. Z 94) καὶ γὰρ πόλῖϲ λέγουϲι καὶ πόλῐν καὶ μάντῑϲ καὶ μάντῐν. A.