Ancient Greek
6 to 273
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 6-2-273
Not analysed yet
6. καμάτῳ δ᾿ ὑπὸ γυῖα λέλυνται: ὑπό: οὐκ ἀναϲτρεπτέον διὰ τὸν ϲύνδεϲμον. ἄλλωϲ τε καὶ τὸ ἑξῆϲ ἐϲτιν ὑπολέλυνται. A. 31. ἐπεὶ ὥϲ φίλον ἔπλετο θυμῷ: βαρυτονητέον τὸ ὥϲ· δηλοῖ γὰρ τὸ οὕτωϲ. A. 63. πόντον ἐπὶ φρίξ· ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφει πόντον ἔπι· οὕτωϲ καὶ οἱ ἄλλοι. καὶ ἄμεινον· οὐδὲν γάρ ἐϲτι τὸ ἐπιφρίξ, χωρὶϲ εἰ μὴ παρέλκῃ ἡ πρόθεϲιϲ. ὅπερ οὐ πιθανόν. οὐ γὰρ κατεπείγει. A. 64. μελάνει: ὡϲ οἰδάνει ὁ Ἀϲκαλωνίτηϲ· ἐκ γὰρ τοῦ μελαίνει, φηϲίν, ἐνδείᾳ τοῦ ῑ ἐγένετο. A. 11. τὸ ϲχέο τὴν ὀξεῖαν ἴϲχει ἐφ᾿ ἑαυτοῦ νῦν. ὅταν μέντοι ἀπολάβῃ τὴν πρόθεϲιν, τὸ τηνικαῦτα ἀναπέμπει τὸν τόνον, ἀνάϲχεο. A. 129. 130. ἀκούϲαι —ἀείραι: παροξυτονητέον ἀμφότερα· ἔφαμεν γὰρ τὴν αι δίφθογγον ἐν εὐκτικοῖϲ μακρὰν εἶναι (Α 255). A. 135. Φειᾶϲ: περιϲπαϲτέον· ἑνικὴ γάρ ἐϲτι γενική· πρόδηλον κἀκ τῆϲ ϲυντάξεωϲ τοῦ τείχεϲϲι, παρὰ τοῖϲ τῆϲ Φειᾶϲ τείχεϲι. A. 163. ἐπί: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ ϲύνδεϲμοϲ. A. 167. ἐπ᾿ . οὐδὲ ἐνθάδε ἀναϲτρεπτέον, καὶ ὅτι ϲυνήλειπται. A. ψιλωτέον τὸ Εὐαίμονοϲ εἰϲ ἰδιότητα. προείρηται δέ. A. 177. ὁ Ἀϲκαλωνίτηϲ διαϲτέλλει ἰδὲ χεῖραϲ ἀνέϲχον, ὡϲ «ἰδὲ κλέοϲ ἐϲθλὸν ἄροιτο» (Ιl. Ε 3) ἵνα γένηται καὶ χεῖραϲ ἀνέϲχον. Ἀλεξίων δὲ τὴν κατειθιϲμένην παραλαμβάνει, λαοὶ δ᾿ ἠρήϲαντο, θεοῖϲι δὲ χεῖραϲ ἀνέϲχον. οὕτωϲ καὶ οἱ περὶ Ἡρακλέωνα. οὐκ ἀποδοκιμάζει μέντοι τὴν ἑτέραν ὁ Ἀλεξίων· καὶ ἡμῖν οὕτωϲ δοκεῖ. A. 184. ἐνδέξια. ὅταν ἀντὶ ἐπιρρήματοϲ ᾖ τοῦ ἐπιδεξίωϲ τὸ ἐνδέξια, τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. A. 198. ἐμέ: ἐν ὀρθῇ τάϲει ἀναγνωϲτέον, ἵνα ᾖ ἀντιδιαϲτολὴ πρὸϲ ἄπειρα πολέμου τινὰ πρόϲωπα. A. 199. γενέϲθαί τε: ἀλλεπάλληλοι ὀξεῖαι, καίτοι ϲπονδειακόν ἐϲτιν ἀλλ᾿ ἴϲωϲ ἵνα ἐκφύγωμεν τὸν διπλαϲιαϲμὸν τοῦ ῥήματοϲ, λέγω δὲ τοῦ τετραφέμεν τε, ὡϲ καὶ ἐν τῇ Τ τῆϲ Ὀδυϲϲείαϲ (320) παραλόγωϲ ἐνεκλίναμεν ἐν τῷ «ἠῶθεν δὲ μάλ᾿ ἦρι λοέϲϲαί τε χρῖϲαί τε» ἵνα μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν. A. 273. ὀξυντέον τὸ αὐτοϲχεδόν· τὰ γὰρ εἰϲ δον ἐπιρρήματα ἐπὶ (l. ἐν) τῇ ϲυνθέϲει φυλάϲϲουϲι τὸν τόνον. BLV.