Ancient Greek
ΕΙϹ ΤΗΝ Ζ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 355
Not analysed yet
355. τὸ δᾶερ ὡϲ ἆνερ· τοιαῦται γὰρ αἱ εἰϲ ερ κλητικαί. τὴν δὲ ϲέ ἀντωνυμίαν ὀξυτονοῦϲι, τουτέϲτιν ὀρθοτονοῦϲιν, ἐπεὶ πρόϲ τί ἐϲτιν. ἔϲτι μὲν οὖν ἀληθέϲ, ὅτι ἀντιδιαϲταλτική ἐϲτι νῦν ἡ ἀντωνυμία· ἡ μέντοι κοινὴ ἀνάγνωϲιϲ ἀνέγνω ἐγκλιτικῶϲ ἀεὶ τὴν τοιαύτην ϲύνταξιν. ὃ δὲ λέγω, τοιοῦτόν ἐϲτιν. τὸ ἐπεί ϲε εὑρέθη ϲυνεχῶϲ οὕτωϲ ἀνεγνωϲμένον, ἐγκλιτικῶϲ ἀεί, μὴ ἐπιφερομένου ϲυνδέϲμου «επεί ϲ᾿ εἴαϲεν Ἀχιλλεύϲ» (Il. 684). ἐπεί ϲε πρῶτα κιχάνω» (Od. ν 228), «ἐπεί ϲε φυγὼν ἱκέτευϲα (Od. o 277), ἐπεί ϲε λέοντα» (Il. Φ 483). οὕτωϲ δὲ καὶ «ἐπεί ϲε μάλιϲτα πόνοϲ φρέναϲ». καί μοι δοκοῦϲι τῷ πρώτῳ προϲώπῳ ἀκολουθεῖν οἱ οὕτωϲ ἀνεγνωκότεϲ, πιθανῶϲ πάνυ. διὰ γὰρ τῆϲ φωνῆϲ τὸ πρῶτον πρόϲωπον ἐπιδείκνυται, τό τε ὀρθοτονούμενον καὶ τὸ ἐγκλιτικόν, εἴ γε ἡ ἐμέ αἰτιατική, ὅτε φυλάϲϲει τὸ, ε, ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι, ἐγκλιτική ἐϲτιν. εὑρέθη τοίνυν μετὰ τοῦ ἐπεί ϲυνδέϲμου παρὰ τῷ ποιητῇ κατὰ ταύτην τὴν ϲύνταξιν ἀποβάλλουϲα τὸ ε «Ἕκτορ ἐπεί με κατ᾿ αἶϲαν (Il. Γ 59), «ἐπεί μ᾿ ἀφέλεϲθέ γε δόντεϲ» (Il. A 299). τούτῳ τοίνυν τῷ λόγῳ πιθανὸν ἂν εἴη κατακολουθήϲαωταϲ ἡμᾶϲ ἀναγινώϲκειν ἐγκλιτικῶϲ ἐπεί ϲε μάλιϲτα». AB.