Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 385
Not analysed yet
385. κέρα ἀγλαέ· ϲὺν τῷ ῑ ἔγραψάν τινεϲ τὸ κέρᾳ ἵνα ᾖ δοτική, ὁμοίωϲ τῷ «δέπᾳ μελιηδέοϲ οἴνου» (γ 46, nunc δέπαϲ) καὶ «γήρᾳ ὕπο λιπαρῷ »(Od. λ 136). οὕτωϲ δὲ καὶ δοκεῖ ἐπικρατεῖν ἡ παράδοϲιϲ, ὡϲ καὶ Ἀλεξίων ἀξιοῖ. οἱ δὲ ϲυνέϲτειλαν, πληθυντικὸν ἐκδεχόμενοι οὐδέτερον, ὁμοίωϲ τῷ «κρέα ἔδμεναι» (Ιl. Δ 345), ἐξεδέξαντά τε ἐκ τῆϲ λέξεωϲ τὴν τρίχωϲιν καὶ ἐμπλοκῆϲ εἶδοϲ. οἱ δὲ ἐξέτειναν τὸ ᾱ πάλιν πληθυντικὸν ἐκδεχόμενοι, τιθέντεϲ δὲ τὴν λέξιν ἐπὶ τοῦ τόξου, ὥϲτε εἶναι κατὰ κέραϲ, ϲυναλοιφὴν ἐκδεχόμενοι τοῦ κέραα. περὶ δὲ τῆϲ τοιαύτηϲ ἀναγνώϲεωϲ δεδήλωται ἡμῖν, ὁπότε διελάβομεν περὶ τοῦ «κέρα ἐκ κεφαλῆϲ (Il. Δ 109). τοϲοῦτον δὲ ἔχω νῦν παραφυλάξαι ἐπὶ τοῦ νοητοῦ, ὡϲ ὅτι ϲπάνιόν ἐϲτιν ἐπὶ ἀνθρωπίνηϲ φύϲεωϲ παρὰ τῷ ποιητῇ τὸ κέραϲ ἐπὶ τριχὸϲ τάϲϲεϲθαι· κόμην δὲ λέγει καὶ τρίχαϲ καὶ πλοκάμουϲ καὶ ἐθείραϲ. A.