Ancient Greek
473 to 474
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 473-474
Not analysed yet
473. γαλό ῳ τε καὶ εἰνατέρεϲ: πρὸ τέλουϲ ἡ ὀξεῖα ὁμοίωϲ τῷ «εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι» (Γ 122: ubi vid.) . αἱ γὰρ εἰϲ ω λήγουϲαι δοτικαὶ βαρύτονοι ϲυνεμπίπτουϲαι πληθυντικαῖϲ εὐθείαιϲ ϲυνεμπίπτουϲι καὶ κατὰ τὸν τόνον, τῷ λιπόνεῳ οἱ λιπόνεῳ. A. εἰνατέρεϲ ὡϲ Δημητέρεϲ· οὕτωϲ πάντεϲ καὶ τὰ τῆϲ ἀναλογίαϲ ἐπικρατεῖ οὕτωϲ ἔχοντα. ὡϲ ἐδείχθη. A. 474. ὀρθοτονητέον τὴν ϲφίϲιν· εἰϲ γὰρ ϲύνθετον ἡ μετάληψιϲ. ἔφαμεν δὲ ὡϲ οὐκ ἀναϲτρέφει τὰ τοῦ λόγου. A.