Ancient Greek
665 to 755
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 665-755
Not analysed yet
665. γάρ οἱ: ὁ γάρ ὀξύνεται, ἵνα ἀντωνυμία γένηται ἐγκλιτικὴ δοτικῆϲ πτώϲεωϲ τὸ οἱ καὶ μὴ ἄρθρον· καὶ γὰρ ἔθοϲ μᾶλλον τῷ ποιητῇ παραλείπειν τὰ ἄρθρα. A. 672. Χαρόποιο: ὡϲ Μενάνδροιο· καὶ γὰρ ἀπὸ γενικῆϲ εὐθεῖά ἐϲτι παρειλημμένη, ὡϲ τὸ «υἱὸϲ Τροιζήνοιο» (847). καὶ εἰϲ ἰδιότητα ὀφείλει ἡ βαρεῖα τάϲιϲ παραλαμβάνεϲθαι. A. 676. Κράπαθον: ὡϲ λάπαθον, οὕτωϲ Κράπαθον· καὶ γὰρ ὁ τυιοῦτοϲ χαρακτὴρ ὀφείλει βαρύνεϲθαι ἐπὶ θηλυκῶν, λέγω δὲ ὁ εἰϲ θοϲ λήγων ὑπὲρ δύο ϲυλλαβάϲ, τῷ α παραληγόμενοϲ, ἄμαθοϲ, ψάμαθοϲ. A. 677. Καλύδναϲ: ὡϲ καλύβαϲ ἀναγνωϲτέον. A. 681. νῦν αὖ τούϲ, ὅϲϲοι: τὸ τούϲ ἀντωνυμία ἐϲτί διὸ περιϲπαϲτέον τὸ νῦν καὶ τὸ αὖ. A. 695. Φυλάκην: βαρυτονητέον τὸ Φυλάκην πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ὀξυνομένου. A. 699. τότε δ᾿ ἤδη ἔχεν κάτα γαῖα μέλαινα: κάτα: εἰ ϲυντάϲϲεται τῷ ἔχεν, δῆλον ὅτι καὶ ἀναϲτρέφεται· πρόδηλον δὲ ὅτι ϲυντάϲϲεται, ἐν οἷϲ φηϲιν ἐν ἄλλοιϲ «τοὺϲ δ᾿ ἤδη κάτεχεν φυϲίζοοϲ αἶα» (Il. Γ 243). A. 717. Ὀλιζῶνα: προπεριϲπωμένωϲ ὡϲ Μεδεῶνα. Νικίαϲ δὲ οὐκ εὖ γράφει Ὀλίζωνα ὡϲ περίζωμα. A. 731. Ἀϲκληπιοῦ: οὕτωϲ ἐκτατέον διὰ τὸ μέτρον τὸ Ἀϲκληπιοῦ. A. 739. Ὀρθήν: Ὁρθήν, οὕτωϲ ὀξυτόνωϲ· ἐπιθετικῶϲ γὰρ τέτακται. A. 755. ἀπορρώξ: Ἀρίϲταρχοϲ ὀξυτόνωϲ, ὡϲ θυλακοτρώξ. καὶ ἡ ϲύνθεϲιϲ δὲ τοῦτο ἀπαιτεῖ, ὅτι ἂν ϲημαίνῃ, εἶτε πάθοϲ εἶτε ἐνέργειαν. A.