Ancient Greek
ΕΙϹ ΤΗΝ Β.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 764
Not analysed yet
764. ποδώκεαϲ: τινὲϲ ὡϲ εὐϲεβέαϲ καὶ οὕτωϲ αἱρεῖ ὁ λόγοϲ, εἴγε καὶ τὸ ποδώκηϲ ὀφείλει ὀξύνεϲθαι, καθὸ τὰ εἰϲ υϲ ὀξύτονα, φυλάϲϲοντα ἐν τῇ ϲυνθέϲει τὴν κατάληξιν, ἀναδίδωϲι τὸν τόνον, δριμύϲ ἄδριμυϲ, οὐχ οὕτωϲ δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλοϲ ἵϲταται ἐπὶ τῆϲ ὀξείαϲ, ἡδύϲ ἀηδήϲ, βαρύϲ ἀβαρήϲ, ἠΰϲ ἐνηήϲ. οὕτωϲ οὖν ὤφειλε καὶ τὸ ποδώκηϲ ὀξυτονεῖϲθαι, γενόμενον ἀπὸ τοῦ ὠκύϲ. ἀλλά φαϲιν εἰϲ ἰδιότητα τοῦ Ἀχιλλέωϲ βεβαρυτονῆϲθαι τὸ ποδώκηϲ. παρὰ γοῦν τῷ Ἡϲόδῳ ἀνεγνώκαϲι «ποδωκὴϲ δῖ᾿ Ἀταλάντη» (catal. XXVI Marksch.) . τί οὖν ἐπὶ τοῦ Δόλωνοϲ κατὰ βαρεῖαν τάϲιν ἀνεγνώκαϲι καὶ ἐπὶ τούτου; «ὃϲ δή τοι εἶδοϲ μὲν ἔην κακόϲ, ἀλλὰ ποδώκηϲ» (Il. Κ 316). A.