Ancient Greek
ΕΙϹ ΤΗΝ Β.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 765
Not analysed yet
765. οἰέτεαϲ: ὡϲ Διομήδεαϲ. ἔϲτι δὲ καὶ ἐπὶ τούτου τοῦ ϲχηματιϲμοῦ παράλογοϲ ὁ τόνοϲ· τὰ γὰρ παρὰ τὰ εἰϲ οϲ λήγοντα οὐδέτερα διϲύλλαβα ϲυντιθέμενα εἰϲ ηϲ λήγοντα ἐπιθετικά, μὴ ἔχοντα τὸ η πρὸ τέλουϲ, πάντα ὀξύνεται, εὐγενήϲ εὐκλεήϲ εὐειδήϲ· οὕτωϲ δὲ καὶ εὐτειχήϲ. ἐχρῆν μὲν οὖν καὶ τὰ παρὰ τὸ ἔτοϲ τὸ αὐτὸ ἀναδέχεϲθαι· νυνὶ δὲ κατὰ βαρεῖαν τάϲιν ἀναγινώϲκουϲιν, ἀλλ᾿ οὐδὲ τοῦτο πάλιν καθολικῶϲ ϲώζοντεϲ· ἑξετέα γὰρ ἀδμήτην (Il. Ψ 266) ἀναγινώϲκουϲιν ὡϲ εὐϲεβέα. A.