Ancient Greek
ΕΙϹ ΤΗΝ Δ.
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας 228
Not analysed yet
228. Πολύδαμνα: εἴτε κύριόν ἐϲτιν ὄνομα ἡ Πολύδαμνα ὡϲ Μήθυμνα, εἴτε ἐπιθετικὸν τῶν φαρμάκων, τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. βέλτιον δὲ ὄνομα κύριον αὐτὸ δέχεϲθαι, ἐπεὶ καὶ Εὐφορίων ἐν Διονύϲῳ φηϲὶ «βλαψίφρονα φάρμακα χεῦεν, ὅϲϲ’ ἐδάη Πολύδαμνα, Κυτηϊὰϲ ἢ ὅϲα Μήδη». HQ. Θ ῶνοϲ παράκοιτιϲ: ἀπὸ τοῦ Θόωνοϲ (sc. κατὰ κρᾶϲιν)· τὸν αὐτὸν δὲ λέγουϲιν εἶναι τὸν Θῶνιν (sc. sic ut Θῶνοϲ per syncopen ex Θώνιοϲ factum esse sumatur). Q.