Ancient Greek
121.3
Aeneas, Epistulae 121.3
Unproofread scanNot analysed yet
17. Ἐχρατίῳ. Χθὲς παιδαγωγὸς ἦν ὁ σήμερον ὑπὸ παίδος ἀγώμενος, καὶ σεμνὸς ἐδόκει τοῖς νέοις ὁ νῦν ἐλεεινὸς οὕτω φαινόμενος. τοιοῦτον ἡ τύχη. τί οὖν; ἡμεῖς συναχθώμεθα μέν, οὐ βονθώμεν δέ; μὴ σὺ γε. εἰ στρατιώτης ἦν, εἴτ’ ἐξαίφνης αὐτοῦ τὴν δεξιάν, δι’ ἧς ἡρίστευσεν, ἡ τύχη παρεῖλετο, ἀρ’ οὐκ οἶε τοὺς μαχομένους τῶν στρατιωτῶν τῶν λαφύρων αὐτῷ εἰς ἔρανον φέρειν τὸ μέρος; μὴ τοίνυν ἡμεῖς οἱς ἀπὸ τῶν λόγων ὁ βίος, τῶν ἐν τοῖς ὅπλοις ζώντων παυλότεροι πρὸς φιλίαν ὀφθείημεν.