Ancient Greek
121.5
Aeneas, Epistulae 121.5
Unproofread scanNot analysed yet
18. Ἰωάννῃ πρεσβυτέρῳ. Τὰ λάχανα νῦν μᾶλλον εἰδὸν ἡδέως ἢ πάλαι τὸν ἐκ μέλιτος καὶ ἀμυγδάλων συμπλακέντα κύκλον. τότε μὲν γὰρ ἡ κατὰ τοῦ παίδος διαβολὴ ἀφῃρεῖτο τοῦ μέλιτος τὴν ἡδονήν, νῦν δὲ ἡ τοῦ τρόπου πραότης χρυσᾷ μοι δοκεῖν ἐποίει τὰ λάχανα. ἡδὺ γὰρ πατὴρ οὐκ ἐκ διαβολῆς ὀργισμένος ἀλλ’ ἐπ’ ἀρετὴν εὐνοίας εἶναι παρακαλῶν καὶ ἐγείρων εἰς προθυμίαν αὐτῷ τὸν διδάσκαλον.