Ancient Greek
121.7
Aeneas, Epistulae 121.7
Unproofread scanNot analysed yet
19. Στεφάνῳ πρεσβυτέρῳ. Οὐ νῦν πρῶτον ἀλλὰ σοι πάλαι διελέχθην. ἦν δὲ ἡμῖν ὁ λόγος παρὰ τῷ Νείλῳ, οὗ παρὰ τὰς ὄχθας τότε ταῖς Μούσαις συνεπαίζομεν· ἐκεκομψευτο δὲ καὶ γελᾶν ἐδόκει σπουδάζων ὁ λόγος. κάλλους ἦν ἀγών, κριταὶ δ’ ἦσαν οἱ Ἕλληνες, ἀγωνισταὶ δὲ Νιρεὺς, ὃς κάλλιστος γένετ’ ἐπιχθονίων ἀνθρώπων, καὶ Θερσίτης, ὃς αἰσχιστὸς ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε. καὶ τὸ χαρίεστατον, τὸ πλεῖον ἔχειν ὁ Θερσίτης ἠξίου, καὶ παρέσχετο αὐτῷ τὸ ἄθλον ὁ λόγος, καὶ οὐδὲν ἐκώλυσε ν ἡ τοῦ Ὀμήρου κωμωδία μέρος ἕκαστον τοῦ σώματος ἀπὸ τοῦ πάθους