Ancient Greek
122.1
Aeneas, Epistulae 122.1
Unproofread scanNot analysed yet
ὀνομάζουσα καὶ μέχρι τριχὸς γελῶσα τὸν ἄνθρωπον. τὰ μὲν οὖν τότε συνῆπταιξες τοὺς ἀχρωτάτας, νῦν δὲ σε σπουδάζειν ἀκούω καὶ τοὺς ἱεροὺς τῶν καλῶν δόγμων χρηρύττειν καὶ λόγῳ μεταρρυθμίζειν τὸν πολιτῶν τὸν τρόπον. καὶ νῦν ὁ οἰκοδόμος καὶ τέκτων ἔχουσι τι περὶ τῶν θεῶν εἰπεῖν, καὶ περὶ ἀρετῆς μεταξὺ τῆς ἐργασίας διαλέγονται οἱ πρὸ τῶν σῶν λόγων λίθους καὶ ξύλα λαλοῦντες. ἀλλὰ πολλὰ κάγαθὰ γένοτο Εὐστρατίῳ τῷ καλῷ ὅτι πολλὰς πόλεις διαδραμὼν τοῦ σοῦ ὀνόματος πᾶσας ἐνέπλησε· μηδεὶς γὰρ ἀγαθὸς λανθανέτω. οὗτος καὶ ταύτην ἀνέπεισε τὴν ἐπιστολὴν ὡς ἡμᾶς ἔναι, ἐλπίδι μετεωρίσας καὶ μείζον' ὑποσχομενος, χρύσεα χαλκεῖον, ἀντὶ τῆς ἡμετέρας τὴν ὑμετέραν ἐπιστολὴν. ἀλλὰ μὴ καλῆς ἐλπίδος διχμάρτοιμεν.