Ancient Greek
122.2
Aeneas, Epistulae 122.2
Unproofread scanNot analysed yet
Σαραπίωνι. Τὸ παρ' ὑμῖν ἀκήκοα δράμα, καὶ αὐτὴν ἐδάκρυσσα τὴν γῆν, εἰ ἐκ τῶν ἱερῶν ὁ πόλεμος ἀρχεται, παρ' οὗς εἰρήνη τὸ κήρυγμα. εἰ γὰρ δθεν ἐδεῖ σεσῶσθαι, ἐντεῦθεν ἀπολλύμεθα, τις πόρος σωτηρίας ἡμῖν καταλείπεται; ταῦτα μὲν οὖν εἴποι τις ἂν οἴμαι θρηνῶν, ἐγὼ δὲ συνάθομαι καὶ συνηθδομαι· ἀναρχὸν μὲν γὰρ τῶν κινδύνων ἡ πείρα, ἀκριβεστάτη δὲ μεγαλοψυχίας βάσανος ἡ ἐν τοῖς κινδύνοις εὐψυχία. ποία γὰρ ἀρετῆς κτῆσις, ἥς ἀγὼν μὴ προηγήσατο; εἰ μὴ καὶ στρατηγὸν φαῖνς ἄριστον τὸν μηδεπώποτε κατιδόντα πολέμιον. φέρεϊν δὲ δεῖ καὶ μὴ ἀθυμεῖν· ἐκ πολέμου γὰρ ἡμῖν εἰρήνη βεβαιούται· εἰ δὲ μή, τὸν πόλεμον διενέγκοιμεν. ἀλλ' ὅσα ὁρᾶτε τοὺς φίλους, ἐγὼ τῆς ῥητορικῆς ἐρῶν πρὸς ἡμᾶς ὁμολόγουν, ἐλπίσας παρ' ὑμῶν εὑρήσειν τὸ φάρμακον, ἀλλὰ τοὐναντὸν γένονεν· ἠξήσατε γὰρ μᾶλλον ἢ διελύσατε τὸν ἔρωτα, θέατρον τῇ ἐπιστολῇ συλλέγοντες καὶ χρότον διεγείροντες. πῶς οὖν ἂν τις ἀτιμάσειε τὸ παρ' ἡμῶ ἐπαινούμενον;