Ancient Greek · ~2 min
Section 53
Aeschines, Περὶ τῆς παραπρεσβείας 53
Not analysed yet
ἔφη λῆρός ἐστιν· ἐγὼ δὲ ψήφισμα γράψω καὶ τῷ κήρυκι σπείσασθαι τῷ παρὰ Φιλίππου ἥκοντι, καὶ τοῖς μέλλουσι παρʼ αὐτοῦ δεῦρο ἰέναι πρέσβεσι, καὶ τοὺς πρυτάνεις, ἐπειδὰν ἥκωσιν οἱ πρέσβεις, ἐκκλησίαν ἐπὶ δύο ἡμέρας ποιεῖν μὴ μόνον ὑπὲρ εἰρήνης, ἀλλὰ καὶ περὶ συμμαχίας, καὶ τοὺς πρέσβεις ἡμᾶς, εἰ δοκοῦμεν ἄξιοι εἶναι, ἐπαινέσαι καὶ καλέσαι ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον εἰς αὔριον.