Ancient Greek · ~1 min
Section 54
Aeschines, Περὶ τῆς παραπρεσβείας 54
Not analysed yet
ὅτι δʼ ἀληθῆ λέγω, λαβέ μοι τὰ ψηφίσματα, ἵνα εἰδῆτε, ὦ ἄνδρες δικασταί, καὶ τὴν ἀνωμαλίαν αὐτοῦ καὶ τὸν φθόνον, καὶ τὴν τῶν πραγμάτων μετὰ Φιλοκράτους κοινωνίαν, καὶ τὸ ἦθος, ὡς ἐπίβουλον καὶ ἄπιστον. κάλει δέ μοι καὶ τοὺς συμπρέσβεις, καὶ τὰς μαρτυρίας αὐτῶν ἀνάγνωθι.