Ancient Greek · ~1 min
Section 44
Agathias Scholasticus, Epigrammata 44
Not analysed yet
44. (VII, 567.) Κανδαύλου τόδε σῆμα· Δίχη δ’ ἐμὸν οἶτον ἰδοῦσα οὐδὲν ἀλιτραίνειν τὴν παράκοιτιν ἔφη. ἤθελε γὰρ δισσοῖσιν ὑπ’ ἀνδράσι μηδὲ φανῆναι, ἀλλ’ ἢ τὸν πρὶν ἔχειν, ἢ τὸν ἐπιστάμενον. ἦν ἄρα Κανδαύλην παθέειν κακόν· οὐ γὰρ ἂν ἔτλη δεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις.