Ancient Greek
Section 45
Agathias Scholasticus, Epigrammata 45
Not analysed yet
45. *(VII, 568.) In Anth. Planudea P. 262. HSt. ἄδηλον. Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων, ἣν μούνην Διδύμῳ πατρὶ Θάλεια τέκεν. ἆ Μοῖραι, τι τοσοῦτον ἀπηνέες, οὐδ’ ἐπὶ παστοὺς ἠγάγετ’, οὐδ’ ἐρατῆς ἔργα τεκνοσπορίης; οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ἱμέναιον μέλλον ἄγειν· στυγεροῦ δ’ εἰς Ἀχέροντος ἔβην. ἀλλὰ θεοὶ λίτομαι, μητρός γε γόους πατέρος παύσατε, τηκομένων εἵνεκ’ ἐμεῦ φθιμένης.