Ancient Greek
Section 46
Agathias Scholasticus, Epigrammata 46
Not analysed yet
46. (VII, 569.) Ναὶ λίτομαι, παροδῖτα, φίλῳ κατάλεξον ἀκοίτῃ, εὖτ’ ἂν ἐμὴν ἐμὴν λεύσῃς πατρίδα Θεσσαλίην· κάτθανε σὴ παράκοιτις, ἔχει δέ μιν ἐν χθονὶ τύμβος, αἲ αἰ, βοσπορίης ἐγγύθεν ἠιόνος· ἀλλά μοι αὐτόθι τεῦχε κενήριον ἐγγύθι σεῖο, ὄφρ’ ἀναμιμνήσκῃ τῆς ποτε κουριδίης.