Ancient Greek · ~1 min
Section 47
Agathias Scholasticus, Epigrammata 47
Not analysed yet
47. (VII, 572.) Οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνὴρ, λέκτρον ὑποκλέπτων ἀλλοτρίης ἀλόχου· ἐξαπίνης δὲ δόμων ὀροφὴ πέσε, τοὺς δὲ κακούργους ἔσκεπεν, ἀλλήλοις εἰσέτι μισγομένους. ξυνὴ δ’ ἀμφοτέρους κατέχει παγίς· εἰν ἑνὶ δ’ ἄμφω κεῖνται, συζυγίης οὐκέτι παυόμενοι.