Ancient Greek · ~2 min
Section 48
Agathias Scholasticus, Epigrammata 48
Not analysed yet
48. (VII, 574.) Θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκῳ· Μοῖρα δὲ δειμαίνειν οὐ δεδάηκε νόμους· ἀλλά μιν ἁρπάξασα σοφῶν ἤμερσε θεμίστων, οὔπω τῆς νομίμης ἔμπλεον ἡλικίης. οἰκτρὰ δ’ ὑπὲρ τύμβοιο κατεστονάχησαν ἑταῖροι κείμενον, οὖ θιάσου κόσμον ὀδυρόμενοι. ἡ δὲ κόμην τίλλουσα γόῳ πληκτίζετο μήτηρ, αἲ αἲ, τῶν λαγόνων μόχθον ἐπισταμένη. ἔμπης ὄλβιος οὗτος, ὃς ἐν νεότητι μαρανθεὶς ἔκφυγε τὴν βιότου θᾶσσον ἀλιτροσύνην.