Ancient Greek
Section 49
Agathias Scholasticus, Epigrammata 49
Not analysed yet
49. *(VII, 578.) Τὸν κρατερὸν Πανοπῆα, τὸν ἀγρευτῆρα λεόντων, τὸν λασιοστέρνων κέντορα παρδαλίων, τύμβος ἔχει· γλαφυρῆς γὰρ ἀπὸ χθονὸς ἔκτανε σκορπίος, οὐτήσας ταρσὸν ὀρεσσιβάτην. αἰγανέη δὲ τάλαινα, σίγυνά τε πὰρ χθονὶ κεῖται, αἲ αἰ, θαρσαλέων παιγνία δορκαλίδων.