Ancient Greek · ~1 min
Section 82
Agathias Scholasticus, Epigrammata 82
Not analysed yet
82. (X, 68) Καλὸν μὲν στυγόδεμνον ἔχειν νόον· εἰ δ’ ἄρ’ ἀνάγκη, ἀρσενικὴ φιλότης μήποτέ σε κλονέοι. θηλυτέρας φιλέειν ὀλίγον κακὸν, οὕνεκα κείναις Κυπριδίους ὀάρους πότνα δέδωκε φύσις. δέρκεο τῶν ἀλόγων ζώων γένος· ἦ γὰρ ἐκείνων οὐδὲν ἀτιμάζει θέσμια συζυγίης. ἄρσενι γὰρ θήλεια συνάπτεται. οἱ δ’ ἀλεγεινοὶ ἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον.