Ancient Greek · ~6 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 32
Not analysed yet
λβ΄. Τούτων δὲ τῶν ἀνδρῶν ἐς πείραν ἐλθὼν ὁ Χοσρόης, ὅμως τὸν Οὐράνιον πλέον ἀγάμενος ἦν καὶ ἐπόθει. αἴτιον δὲ τούτου ὅπερ, οἶμαι, φύσει τῷ γένει πρόσεστι τῷ ἀνθρωπείῳ. πεφύκαμεν γὰρ ἅπαντες τὰ μὲν καθ’ αὑτοὺς καὶ παραπλήσια φίλα ἡγεῖσθαι καὶ κάλλιστα, ἀλεείνειν δὲ καὶ ἐκτρέπεσθαι τὸ ὑπερβάλλον. τοιγάρτοι καὶ ἐνταῦθά οἱ ἐπανελθόντι γράμματά τε κεχαρισμένα ἔστελλεν, καὶ διδασκάλῳ ἐχρῆτο. ὁ δὲ οὐκέτι ἐφαίνετο ἀνεκτὸς, βρενθυόμενος τῇ τοῦ βασιλέως φιλίᾳ, ὡς καὶ ἀποκναίειν ἅπαπας ἔν τε τοῖς ξυμποσίοις καὶ ἀνὰ τοὺςσυλλογους, μηδέν τι ἕτερον ᾄδειν ἐθέλων, ἢ ὅπως αὐτὸν ἐγέραιρεν ὁ Χοσ- ρόης, καὶ ὁποῖα ἄττα διελεγέσθην. καὶ πολλῷ σκαιότερος ἐπαὄνῆκεν ἡμῖν ὁ γεννάδας ἢ πάλαι ὑπῆρχεν, ὥσπερ τοῦδε ἕνεκα μόνου τοσαύτην ὁδὸν ἀναμετρήσας. ὅμως, καίτοι φαυλότατος γε ὢν καί καταγέλαστος, ἀλλὰ τῷ πολλάκις ὑμνεῖν τὸν βάρβαρον καὶ δι᾿ ἐπαίνου ποιεῖσθαι, αὐτὸς δή που κατὰ τὸ μᾶλλον ἔπεισε τοὺς πολλοὺς ὡς εἴη σφόδρα πεπαιδευμένος. οἱ γὰρ ἀταλαιπώρως ἅπαντα προσιέμενοι, καὶ ἀμφὶ ταῦτα δὴ τὰ ξένα καἰ παραλογώτερα τῶν ἀκουσμάτων διακεχηνότες, ῥᾳδίως ὑπή- γοντο ἐπικομπαζσντί τε αὐτῷ καὶ σεμνολογουμένῶ, μήτε ὅστις ὁ ἐπαινῶν, μήτε ὅντινα ἐπαινοίη, καὶ ἐφ’ ὅτῳ, διασκοποῦντες. ἐς μὲν γὰρ στρατευμάτων παρασκευὴν καὶ ὅπλων εὐκοσμίαν, καὶ τὸ διαπαντὸς ἐν τοῖς πολέμοις διαπονεῖσθαι, δικαίως ἄν τις θαυμάσειε τὸν Χοσρόην, ὡς οὔτε ὅκνῳ εἴξαντα πώποτε, οὔτε τῇ τοῦ γήρως ἀσθενείᾳ· λόγων δὲ πέρι καὶ φιλοσοφίας τοιοῦτον αὐτὸν ἡγητέον ὁποῖον εἶναι εἰκὸς ἄνδρα ξυνόμιλόν τε καί ἀκροατὴν Οὐρανίου ἐκεινοῦ ἀποδεδειγμένον.