Ancient Greek · ~10 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 11-4
Not analysed yet
ια'. Τούτων δὲ οὕτω ξυνενεχθέντων, ἐπεγένετο καὶ ἂλλα ἂττα τῇ πόλει κατ’ ἐκεῖνο τοῦ καιροῦ, ταραχῆς τε καὶ θορὐβου ἀνάμεστα, καὶ οὐχ ἧσσον τῶν εἰρημένων ἀνιαρότατα. ὁποῖα δὲ ταῦτά ἐστιν, αὐτίκα ἐρῶ, βραχύ τι πρότερον διεξελθὼν τῶν ἀρχαιοτέρων. οἱ Οὐννοι τὸ γένος, τὸ μὶν παλαιὸν κατᾠκουν τῆς Μαιώτιδος λίμνης τὰ πρὸς ἀπηλιώτην ὂνεμον, καὶ ἦσαν τοῦ τανάϊδος ποταμοῦ ἀρκτικώτεροι, καθάπερ καὶ τὰ ἄλλα βάρβαρα ἔθνη, ὁπόσα ἐντὸς Ἰμαίου ὄρους ἀνὰ τὴν Ἀσίαν ἐτύγχανον ἱδρυμένα. οὗτοι δὲ ἅπαντες κοινῇ μὲν -νκν́-1 θαι xui Ovvvot ἐπωνομάζοντο· ἴδιᾳ δὲ κατὰ γένη, τὸ μέν τι αὐτῶν Κοτριγ́ουροι, τὸ δὲ Οὐτίγουροι ,ἄλλοι δὲ Οὐλτιζοι· ροι, καὶ ἄλλοι Βουρούγουνδοι· καὶ ἄλλοι ὡς ἂν αὐτοῖς πάτριόν τε ἦν καὶ εἰθισμένον. γενεαῖς δὲ πολλαῖς ὕστερον διέβησαν ἐς τῆν Εὐρώπην, εγτε ὡς ἀληθῶς ἐλάφου τινὸς κατὰ τοῦτο δὴ τὸ θρυλλούμενον ταπρῶτα ἡγησαμένης ,εἰτ́ε καὶ ἀλλοῖά χρησά- χρησάμενοι τύχη ,καὶ τὴν ἐκροὴν τῆς λιμ́wς τὴν ἐς τὸν Εὔξεινον πόντον φερομένην, ἄπορον τέως ὸοκοῦσαν, τότε δὴ ὁτῳοῦν τρόπῳ διαπεραιωθέντες, ἀλώμενοι δὲ ὅμως ἀνὰ τὴν ὀδνειαν, πλεῖστα ὅσα τὸ ἰθαγενὲς ἐλυμήναντο ,ἀπροσδόκητα προσπε- σόντες, ὡς και,̀ τοὺς προτέρους οἰκήτορας ἀπελάσαντες, αὐτοὶ τὴν ἐκειινων κατέχειν. ηνμελλον δὲ ἄρα οὐκ ἐπὶ μακρότατον διαμένειν, ἀλλὰ πρόρριζοι τὸ λεγόμενον . ἀπολεῖσθαι. αὐτίκα γοῦν Οὐλτιζουροί τε καὶ Βουρούγουνὸοι μέχρι μὲν Λέοντοςἄ τοῦ αὐτοκράτορος καὶ τῶν ἐν τῷ τότε Ῥωμαιων γνώριμοι τε ὑπῆρχον καὶ ἄλκιμοι εἶναι ἐδόκ· οὑν· ἡμεῖς δὲ οἱ νῦν οὔτε ἴσμεν αὐτοὺς, οὔτε, οἶμαι, εἰσόμεθα, τυχὸν μὲν διαφθαρέντας, τυχὸν δὲ ὡς ποῤῥοπάτω μεταναστάντας. ἐκείνου γε μὴν τοῦ ἔτους, ἐν ᾦ δὴ ἔφην τὴν λοιμώδη νόσον τῇ πόλει ἐνσκῆψαι, τὰ λοιπὰ τῶν οὕννων γένη ἐσώζετο ,καὶ ἦσαν ἔτι ὀνομαστότατα. xa- τιόντες δὲ ὅμως Οὗννοι ἐς τὰ πρὸς νότον ἄνεμον, οὐ πόῤ- ῥω τῆς ὄχθης τοῦ Ἴστρου ποταμοῦ ηὐλίζοντο, ἡνίκα ἦν αὖτοῖς βουλομένοις. τότε δὴ οὖν τοῦ χειμῶνος ἐπιλαβομένου ,τὰ μὶν ῥεῖθρα τοῦδε τοῦ ποταμοῦ κατὰ τὸ εἰωθὸς ὑπὸ τοῦ κρύους ἐπήγνυτο ἐς βάθος ,καὶ ἦσαν ἤδη σκληρὰ καἰ βάσιμα καὶ ἱππήλατα. Ζαβεργὰν δὲ ὁ τῶν Κοτριγούρων Οὕννων ἡγεμὼν σὺν πλείστοις ὅσοις ἱππóταις ἐπιδραμὼν καθάπερ χέρσον τὰς δίνας, ἐς τὴν ῾Ρωμαίων ἐπικράτειαν εὐκολώτατα διαβαίνει· ἔρημά τε εὑρὼν τὰ ἐκείνῃ χωρία, καὶ μηδενὸς αὐτῷ κωλύματος γιγνομένου ἀνὰ τὰ πρόσω πορευομένῳ, αὐτίκα ὅγε Mυσίαν τε καὶ Σκυθίαν παραμειψάμενος ,τῇ Θρᾴκῃ προσέβαλεν. ἐνταῦθα δὲ διελὼν τὸν οἰκεῖον στρατὸν, ἀπόμοιραν μέν τινα ἔστειλεν ἀνὰ τὴν Ἑλλάδα, καταδραμουμένους τὰ ἀφύλακτα τῶν τῇδε χωρίων καἰ λεηλατήσοντας· ἑτέρους δὲ ἐς τὴν Χεῤῥόνησον τὴν Θρᾳκίαν.